Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.1 Joseph. BJ 7.8 (English) >>Joseph. BJ 7.15

7.7ἐπῄνει δὲ τῆς ἐν παντὶ πολέμῳ πειθαρχίας, ἣν ἐν πολλοῖς καὶ μεγάλοις κινδύνοις ἅμα τῇ κατὰ σφᾶς ἀνδρείᾳ παρέσχον, τῇ μὲν πατρίδι καὶ διʼ αὐτῶν τὸ κράτος αὔξοντες, φανερὸν δὲ πᾶσιν ἀνθρώποις καθιστάντες, ὅτι μήτε πλῆθος πολεμίων μήτε χωρίων ὀχυρότητες μεγέθη πόλεων τῶν ἀντιτεταγμένων ἀλόγιστοι τόλμαι καὶ θηριώδεις ἀγριότητες δύναιντʼ ἄν ποτε τὴν Ῥωμαίων ἀρετὴν διαφυγεῖν, κἂν εἰς πολλά τινες τὴν τύχην εὕρωνται συναγωνιζομένην. 7.8καλὸν μὲν οὖν ἔφη καὶ τῷ πολέμῳ τέλος αὐτοὺς ἐπιθεῖναι πολλῷ χρόνῳ γενομένῳ· μηδὲ γὰρ εὔξασθαί τι τούτων ἄμεινον, ὅτʼ εἰς αὐτὸν καθίσταντο· 7.9τούτου δὲ κάλλιον αὐτοῖς καὶ λαμπρότερον ὑπάρχειν, ὅτι τοὺς ἡγησομένους καὶ τῆς Ῥωμαίων ἀρχῆς ἐπιτροπεύσοντας αὐτῶν χειροτονησάντων εἴς τε τὴν πατρίδα προπεμψάντων ἄσμενοι πάντες προσίενται καὶ τοῖς ὑπʼ αὐτῶν ἐγνωσμένοις ἐμμένουσι, χάριν ἔχοντες τοῖς ἑλομένοις. 7.10θαυμάζειν μὲν οὖν ἔφη πάντας καὶ ἀγαπᾶν, εἰδὼς ὅτι τοῦ δυνατοῦ τὴν προθυμίαν οὐδεὶς ἔσχε βραδυτέραν· 7.11τοῖς μέντοι διαπρεπέστερον ἀγωνισαμένοις ὑπὸ ῥώμης πλείονος καὶ τὸν μὲν αὑτῶν βίον ἀριστείαις

-- --

κεκοσμηκόσι, τὴν δʼ αὐτοῦ στρατείαν ἐπιφανεστέραν διὰ τῶν κατορθωμάτων πεποιηκόσιν ἔφη τὰ γέρα καὶ τὰς τιμὰς εὐθὺς ἀποδώσειν, καὶ μηδένα τῶν πλέον πονεῖν ἑτέρου θελησάντων τῆς δικαίας ἀμοιβῆς ἁμαρτήσεσθαι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.1 Joseph. BJ 7.8 (English) >>Joseph. BJ 7.15

Powered by PhiloLogic